- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 12

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 12)

ἱκανὸν μὲν οὖν καὶ τοῦτο τεκμήριον ἦν τοῦ μὴ κατὰ τὸν ἄριστον τρόπον ᾠκονομῆσθαι τὴν διήγησιν ὑπ αὐτοῦ, λέγω δὴ τὸ μὴ τὴν κατὰ φύσιν ἔχειν ἀρχήν. πρόσεστι δὲ τούτῳ καὶ τὸ μὴ εἰς ἃ ἔδει κεφάλαια τετελευτηκέναι τὴν ἱστορίαν. ἔτη γὰρ ἑπτὰ καὶ εἴκοσιν περιειληφότος τοῦ πολέμου, πάντα τὸν χρόνον τοῦτον ἑώς τῆς καταλύσεως αὐτοῦ βιώσας, μέχρι τοῦ δευτέρου καὶ εἰκοστοῦ κατεβίβασεν ἔτους τὴν ἱστορίαν, τῇ περὶ Κυνὸς σῆμα ναυμαχίᾳ τὴν ὀγδόην βύβλον παρεκτείνας, καὶ ταῦτα προειρηκὼς ἐν τῷ προοιμίῳ πάντα περιλήψεσθαι τὰ πραχθέντα κατὰ τόνδε τὸν πόλεμον: καὶ ἐν τῇ πέμπτῃ βύβλῳ πάλιν συνκεφαλαιοῦται τοὺς χρόνους, ἀφ οὗ τε ἤρξατο καὶ μέχρι οὗ προελθὼν κατελύθη, ταῦτα κατὰ λέξιν γεγραφώς: καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ὀχυρῶς ξυμβάν. ἀεὶ γὰρ ἐγὼ μέμνημαι καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε προφερόμενον ὑπὸ πολλῶν, ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι αὐτόν. ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ, αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβῶς τι εἴσομαι: καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν εἰς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ παρ ἀμφοτέροις τοῖς πράγμασι καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίοις διὰ τὴν φυγὴν καθ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι. τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα, ὡς ἐπολεμήθη, ἐξηγήσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION