호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰτιῶνται δὲ καὶ τὴν τάξιν αὐτοῦ τινες, ὡς οὔτε ἀρχὴν τῆς ἱστορίας εἰληφότος ἣν ἐχρῆν οὔτε τέλος ἐφηρμοκότος αὐτῇ τὸ πρέπον, οὐκ ἐλάχιστον μέρος εἶναι λέγοντες οἰκονομίας ἀγαθῆς ἀρχήν τε λαβεῖν, ἧς οὐκ ἂν εἰή τι πρότερον, καὶ τέλει περιλαβεῖν τὴν πραγματείαν, ᾧ δόξει μηδὲν ἐνδεῖν: ὧν οὐδετέρου πρόνοιαν αὐτὸν πεποιῆσθαι τὴν προσήκουσαν. τὴν δὲ ἀφορμὴν αὐτὸς αὐτοῖς τῆς κατηγορίας ταύτης ὁ συγγραφεὺς παρέσχηται: προειπὼν γάρ, ὡς μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακὸς χρόνου τε μήκει καὶ παθημάτων πολλῶν συντυχίαις, τελευτῶν τοῦ προοιμίου τὰς αἰτίας βούλεται πρῶτον εἰπεῖν, ἀφ ὧν τὴν ἀρχὴν ἔλαβε. μέν, ὑπὸ δὲ Λακεδαιμονίων πλαττομένην, τὴν Ἀθήνηθεν ἀποσταλεῖσαν Κερκυραίοις κατὰ Κορινθίων συμμαχίαν, οὐκ ἀπὸ τῆς ἀληθοῦς καὶ αὐτῷ δοκούσης τὴν ἀρχὴν πεποίηται τῆς διηγήσεως, ἀλλ ἀπὸ τῆς ἑτέρας, κατὰ λέξιν οὕτως γράφων:
ἤρξαντο δὲ Ἀθηναῖοι αὐτοῦ καὶ Πελοποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν.
διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινας ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν. αἱ δὲ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδε ἦσαν. Ἐπίδαμνός ἐστι πόλις εἰς δεξιὰ ἐσπλέοντι τὸν Ιὄνιον κόλπον. προσοικοῦσιν δ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. καὶ μετὰ τοῦτο διεξέρχεται τὰ περὶ Ἐπίδαμνον καὶ τὰ περὶ Κέρκυραν καὶ τὰ περὶ Ποτίδαιαν καὶ τὴν Πελοποννησίων σύνοδον εἰς Σπάρτην καὶ τοὺς ῥηθέντας ἐκεῖ κατὰ τῆς Ἀθηναίων πόλεως λόγους. ταῦτα δὲ μέχρι δισχιλίων ἐκμηκύνας στίχων, τότε περὶ τῆς ἑτέρας αἰτίας τὸν λόγον ἀποδίδωσι τῆς ἀληθοῦς τε καὶ αὐτῷ δοκούσης, ἐνθένδε ἀρξάμενος:
ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμεῖν Ἀθηναίοις οὐ τοσοῦτον τῶν συμμάχων πεισθέντες τοῖς λόγοις, ὅσον φοβούμενοι τοὺς Ἀθηναίους, μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα. οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιούτῳ ἦλθον ἐπὶ τὰ πράγματα, ἐν οἷς ἠυξήθησαν. οἷς ἐπιτίθησι τὰ ἔργα τῆς πόλεως, ὅσα μετὰ τὸν Περσικὸν πόλεμον ἑώς τοῦ Πελοποννησιακοῦ διεπράξαντο, κεφαλαιωδῶς καὶ ἐπιτροχάδην ἐν ἐλάττοσιν ἢ πεντακοσίοις στίχοις. ἀναμνησθεὶς δ ὅτι πρότερα τῶν Κερκυραϊκῶν ἦν καὶ οὐκ ἀπ ἐκείνων ἔλαβε τὴν ἀρχὴν ὁ πόλεμος ἀλλ ἀπὸ τούτων, ταῦτα πάλιν κατὰ λέξιν γράφει: μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτιδαιατικὰ καὶ ὅσα πρόφασις τοῦδε τοῦ πολέμου κατέστη. ταῦτα δὲ πάντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ πρὸς τὸν βάρβαρον, ἐγένοντο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου:
ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον, εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἐς τοὺς πολέμους, ἢν μὴ ἀναγκάζωνται, τότε δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι: πλὴν ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς συμμαχίας αὐτῶν ἥπτετο: προθυμίᾳ, καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기