- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 9 4:

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 9 4:)

ἀφεὶς δὲ καὶ ταῦτα ἡμιτελῆ περὶ τῆς εἰς Σικελίαν στρατείας τῆς προτέρας Ἀθηναίων ὀλίγα λέγει. εἶτα Ἀθηναίων ἔκπλουν ἐπὶ Πελοπόννησον ἀρξάμενος λέγειν καὶ Λακεδαιμονίων τὴν ἐπὶ Δωριεῖς στρατείαν τὰ περὶ Λευκάδα πραχθέντα ὑπὸ Δημοσθένους τοῦ στρατηγοῦ καὶ τὸν πρὸς Αἰτωλοὺς πόλεμον ἐπιπορεύεται: ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον. ἀτελεῖς δὲ καὶ τοὺς ἠπειρωτικοὺς πολέμους καταλιπὼν Σικελίας ἅπτεται πάλιν, καὶ μετὰ τοῦτο Δῆλον καθαίρει καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος πολεμούμενον ὑπὸ Ἀμπρακιωτῶν καταλείπει. καὶ τί δεῖ πλείω λέγειν· ὅλη γὰρ ἡ βύβλος οὕτω συγκέκοπται καὶ τὸ διηνεκὲς τῆς ἀπαγγελίας ἀπολώλεκε. πλανώμεθα δή, καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης ἐν τῷ διασπᾶσθαι τὰ πράγματα τῆς διανοίας καὶ τὰς ἡμιτελεῖς τῶν ἀκουσθέντων μνήμας οὐ ῥᾳδίως οὐδ ἀκριβῶς ἀναφερούσης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION