- 텍스트

Dionysius of Halicarnassus, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿?, chapter 9

(디오니시오스, Δε Τηυξψδιδις ιδιοματιβυς ῾επιστυλα αδ Αμμαευμ᾿, chapter 9)

ἃ δ ἐλλιπέστερον κατεσκεύασε καὶ ἐφ οἷς ἐγκαλοῦσιν αὐτῷ τινες, περὶ τὸ τεχνικώτερον μέρος ἐστὶ τοῦ πραγματικοῦ, τὸ λεγόμενον μὲν οἰκονομικόν, ἐν ἁπάσαις δὲ γραφαῖς ἐπιζητούμενον, ἐάν τε φιλοσόφους προέληταί τις ὑποθέσεις ἐάν τε ῥητορικάς. ταῦτα δὲ ἐστὶ τὰ περὶ τὴν διαίρεσιν καὶ τὰ περὶ τὴν τάξιν καὶ τὰ περὶ τὰς ἐξεργασίας. ἄρξομαι δ ἀπὸ τῆς διαιρέσεως, προειπὼν ὅτι τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους ἐκεῖνος οὐδετέραν τούτων τῶν διαιρέσεων ἐδοκίμασεν. οὔτε γὰρ τοῖς τόποις, ἐν οἷς αἱ πράξεις ἐπετελέσθησαν, ἀκολουθῶν ἐμέρισε τὰς διηγήσεις, ὡς Ἡρόδοτός τε καὶ Ἑλλάνικος καὶ ἄλλοι τινὲς τῶν πρὸ αὐτοῦ συγγραφέων ἐποίησαν: οὔτε τοῖς χρόνοις, ὡς οἱ τὴν τοπικὴν ἐκδόντες ἱστορίαν προείλοντο, ἤτοι ταῖς διαδοχαῖς τῶν βασιλέων μερίζοντες τὰς ἀναγραφὰς ἢ ταῖς τῶν ἱερέων ἢ ταῖς περιόδοις τῶν ὀλυμπιάδων ἢ τοῖς ἀποδεικνυμένοις ἄρχουσιν ἐπὶ τὰς ἐνιαυσίους ἀρχάς. καινὴν δέ τινα καὶ ἀτριβῆ τοῖς ἄλλοις πορευθῆναι βουληθεὶς ὁδὸν θερείαις καὶ χειμερίοις ὡρ´αις ἀκολουθῶν ἐμέρισε τὴν ἱστορίαν. ἐκ δὲ τούτου συμβέβηκεν αὐτῷ τοὐναντίον ἢ προσεδόκησεν.

οὐ γὰρ σαφεστέρα γέγονεν ἡ διαίρεσις τῶν χρόνων ἀλλὰ δυσπαρακολουθητοτέρα .

ἐφ ᾧ θαυμάζειν ἄξιον, πῶς αὐτὸν ἔλαθεν, ὅτι πολλῶν ἅμα πραγμάτων κατὰ πολλοὺς τόπους γινομένων εἰς μικρὰς κατακερματιζομένη τομὰς ἡ διήγησις οὐκ ἀπολήψεται τὸ τηλαυγὲς φῶς ἐκεῖνο καὶ καθαρόν, ὡς ἐξ αὐτῶν γίνεται τῶν πραγμάτων φανερόν. ἐν γοῦν τῇ τρίτῃ βύβλῳ ταύτῃ γὰρ ἀρκεσθήσομαι μόνῃ τὰ περὶ Μυτιληναίους ἀρξάμενος γράφειν, πρὶν ὅλην ἐκπληρῶσαι τὴν διήγησιν, ἐπὶ τὰ Λακεδαιμονίων ἄπεισιν ἔργα: καὶ οὐδὲ ταῦτα συγκορυφώσας τῆς Πλαταιέων μέμνηται πολιορκίας: ἀφεὶς δὲ καὶ ταύτην ἀτελῆ τοῦ Μυτιληναϊκοῦ μέμνηται πολέμου: εἶτ ἐκεῖθεν ἄγει τὴν διήγησιν ἐπὶ τὰ περὶ Κέρκυραν, ὡς ἐστασίασαν οἳ μὲν Λακεδαιμονίους, οἳ δ Ἀθηναίους ἐπαγόμενοι: ἀφεὶς δὲ καὶ ταῦτα ἡμιτελῆ περὶ τῆς εἰς Σικελίαν στρατείας τῆς προτέρας Ἀθηναίων ὀλίγα λέγει.

εἶτα Ἀθηναίων ἔκπλουν ἐπὶ Πελοπόννησον ἀρξάμενος λέγειν καὶ Λακεδαιμονίων τὴν ἐπὶ Δωριεῖς στρατείαν τὰ περὶ Λευκάδα πραχθέντα ὑπὸ Δημοσθένους τοῦ στρατηγοῦ καὶ τὸν πρὸς Αἰτωλοὺς πόλεμον ἐπιπορεύεται: ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον. ἀτελεῖς δὲ καὶ τοὺς ἠπειρωτικοὺς πολέμους καταλιπὼν Σικελίας ἅπτεται πάλιν, καὶ μετὰ τοῦτο Δῆλον καθαίρει καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος πολεμούμενον ὑπὸ Ἀμπρακιωτῶν καταλείπει. καὶ τί δεῖ πλείω λέγειν· ὅλη γὰρ ἡ βύβλος οὕτω συγκέκοπται καὶ τὸ διηνεκὲς τῆς ἀπαγγελίας ἀπολώλεκε. πλανώμεθα δή, καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης ἐν τῷ διασπᾶσθαι τὰ πράγματα τῆς διανοίας καὶ τὰς ἡμιτελεῖς τῶν ἀκουσθέντων μνήμας οὐ ῥᾳδίως οὐδ ἀκριβῶς ἀναφερούσης. χρὴ δὲ τὴν ἱστορικὴν πραγματείαν εἰρομένην εἶναι καὶ ἀπερίσπαστον, ἄλλως τε ἐπειδὰν περὶ πολλῶν γίνηται πραγμάτων καὶ δυσκαταμαθήτων.

ὅτι δὲ οὐκ ὀρθὸς ὁ κανὼν οὗτος οὐδ οἰκεῖος ἱστορίᾳ, δῆλον. οὐδεὶς γὰρ τῶν μεταγενεστέρων συγ- γραφέων θερείαις καὶ χειμῶσι διεῖλε τὴν ἱστορίαν. ἀλλὰ πάντες τὰς τετριμμένας ὁδοὺς καὶ δυναμένας ἄγειν ἐπὶ τὴν σαφήνειαν μετῆλθον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION