호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα καὶ περὶ Θουκυδίδου τὰ δοκοῦντά μοι, συντόμῳ τε καὶ κεφαλαιώδει γραφῇ περιλαβών, οὐ δι ὀλιγωρίαν καὶ ῥᾳστώνην οὐδὲ διὰ σπάνιν τῶν δυνησομένων βεβαιῶσαι τὰς προθέσεις, ἀλλὰ τῆς εὐκαιρίας τῶν γραφομένων στοχαζόμενος, ὡς καὶ περὶ τῶν ἄλλων ἐποίησα. οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기