호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι τί αὐτὸν οἰέσθε πεποιηκέναι περὶ ὧν αὐτῷ οὐδεὶσ σύνοιδεν, ἀλλ’ αὐτὸσ μόνοσ διεχείριζεν, ὃσ, ἃ δι’ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενοσ τέτταρσι καὶ εἴκοσι μναῖσ τοὺσ αὑτοῦ θυγατριδοῦσ ζημιῶσαι; καί μοι ἀνάβητε τούτων μάρτυρεσ. ‐ μάρτυρεσ. ‐ τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρεσ δικασταί. ἐγὼ δ’ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸσ χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶσ, ἐκ τούτων αὐτῷ λογιοῦμαι πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω, ὅσον οὐδεὶσ πώποτ’ ἐν τῇ πόλει, εἰσ δύο παῖδασ καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίασ δραχμὰσ ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖσ δραχμὰσ τῆσ ἡμέρασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기