호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα δὲ καὶ ὁ τῶν ἀποδείξεων χαρακτὴρ καταφανὴς γένηται, θήσω καὶ τὰ ἐπὶ τούτοις λεγόμενα.? τὰς μὲν οὖν ἰδίας πίστεις, ὡς οὐ πολλῶν ἔτι λόγων δεομένας, δἰ αὐτῶν βεβαιοῦται τῶν μαρτύρων οὐδὲν ἕτερον ἢ τοῦτο εἰπών: πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες. ὑπὲρ ἀμφοτέρων ποιεῖται τὸν λόγον τὰς δαπάνας οὐχ ἃς ἐκεῖνος ἀπέφηνε γενέσθαι λέγων καὶ περὶ τῶν ἀμφιβόλων τὰς πίστεις ἀποδιδούς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기