호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ.? δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. ταῦθ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἱά῀ περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπ ἀρχῆς καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατευθὺ ἀπ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς ὁ Λυσίας. καὶ πρόσεστι τούτοις τὸ λεῖον τῆς ἑρμηνείας καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς, ὦν μάλιστα δεῖ τοῖς ὑπ οἰκείων προοιμιαζομένοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기