호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ.? εἰ δέ τις ἄλλα παρὰ ταῦτα ἔγνωκεν, λεγέτω: κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ χάριν εἴσομαι. ἵνα δὲ βέλτιον τῷ βουλομένῳ ἐγγένηται μαθεῖν, εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν ἐξέτασιν ἐπὶ τῶν ὑπ ἐκείνου γραφέντων ποιήσομαι προχειρισάμενός τε ἕνα λόγον οὐ γὰρ ἐγχωρεῖ πολλοῖς χρῆσθαι παραδείγμασιν ἐξ ἐκείνου τήν τε προαίρεσιν καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα. ἔστι δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος κατὰ Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기