- 텍스트

Dionysius of Halicarnassus, chapter 18

(디오니시오스, chapter 18)

ἐν δὲ τῷ διηγεῖσθαι τὰ πράγματα, ὅπερ οἶμαι μέρος πλείστης δεῖται φροντίδος καὶ φυλακῆς, ἀναμφιλόγως ἡγοῦμαι κράτιστον αὐτὸν εἶναι πάντων ῥητόρων, ὁρ´ον τε καὶ κανόνα τῆς ἰδέας ταύτης αὐτὸν ἀποφαίνομαι.? οἰόμαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. καὶ γὰρ τὸ σύντομον μάλιστα αὗται ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήθ ὅλην διήγησιν μηδεμίαν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION