호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα ὑποδείκνυσι:? τότε δὲ ὡς κοινὰ τὰ πράγματα καὶ ἀναγκαῖα πᾶσι καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν ἐπὶ τὴν πρόθεσιν ἐπείγεται, δι ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον ἐπὶ τὴν διήγησιν καθίσταται: καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ ἡ πρόθεσις, ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기