호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ ἥδε:? ἀντίθεσις δ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον παιδιῶδες καὶ καθαπερεὶ ποίημα: διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. φαίνεται γὰρ ἀπρεπὲς σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν: ἐκλύει γὰρ τὸν ἀκροατήν. οἱο῀ν ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν: Ἑλλήνων κλαίω ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὁρ´κων ὑμᾶς ἀποφαίνοντες ἀνακαλοῦντές τε συγγένειαν, εὐμένειαν. ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἄν ἐπιτιμήσεως ἀξιοῖτο χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥς περ ἔστιν, ὁ κατηγορῶν, ἃ μὴ προσῆκε, τοῦ ἀνδρὸς μεμπτότερος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기