호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄψυχον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ τὸ πειστικὸν καὶ ἡ χάρις καὶ ὁ πάντα μετρῶν καιρός.? ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. ὑψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν ἡ Λυσίου λέξις οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ οὐδὲ τὸ πικρὸν ἢ τὸ δεινὸν ἢ τὸ φοβερὸν ἐπιφαίνουσα οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ οὐδ, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ οὐδ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기