호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὑρ῀ον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις.? ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές: οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι ῥήτορος οἱ περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις ἔχοιμ ἂν εἰπεῖν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기