호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥ τίς ποτ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον:? λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτ ἐστίν, ὃ καλοῦμεν ὡρ´αν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς ἡ τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον. αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς ἡ παρ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν, χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν.
ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας.
καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ.
ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτ οὐ Λυσίου ὁ λόγος καὶ οὐκ ἔτι βιάζομαι τὴν ἄλογον αἴσθησιν, οὐδ ἐὰν πάνυ δεινὸς εἷναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆρας πολυειδὲς γὰρ τοῦτο, τὸ δ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기