- 텍스트

Dionysius of Halicarnassus, chapter 10 1:

(디오니시오스, chapter 10 1:)

ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν:? δι ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION