- 텍스트

Dionysius of Halicarnassus, chapter 6

(디오니시오스, chapter 6)

μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δ ἡγοῦμαι Λυσίαν:? καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ λέγω δ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν, καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν, ἀλλ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. τίς δ ἐστὶν ἥν φημι ἀρετήν· ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο, Δημοσθένης δὲ καὶ ὑπερεβάλετο πλὴν οὐχ οὕτως γε λευκῶς οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς: λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται. ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION