- 텍스트

Dionysius of Halicarnassus, chapter 5

(디오니시오스, chapter 5)

καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός, συνέστραπται δὲ εἴ τις καὶ ἄλλος καὶ πεπύκνωται τοῖς νοήμασι, καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν, οὐ μὰ Δία ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους.? βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ δηλῶσαι βουλομένῳ τὰ πράγματα ἀποχρῶν, ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι οὐχ ἱκανός. μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου: μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρ ἑτέρῳ ῥήτορι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION