호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑτέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο:? τίς δ ἔστιν αὕτη· ἡ διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα ἑρμηνεία. ἥκιστα γὰρ ἄν τις εὑρ´οι Λυσίαν τροπικῇ φράσει χρησάμενον. καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν αὐτὸν ἄξιον, ἀλλ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. κόσμον τινὰ προσεῖναι τοῖς λόγοις ἐξήλλαττον τὸν ἰδιώτην καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταφοραῖς τε πολλαῖς χρώμενοι καὶ ὑπερβολαῖς καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην.
δηλοῖ δὲ τοῦτο Γοργίας.
τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν καὶ οὐ πόρρω διθυράμβων τινῶν ἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκ Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας τῇ δημηγορίᾳ, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον.
Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς: περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. ὁμοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ εὑρηκὼς ἁρμονίαν, ᾗ τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기