- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 73

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 73)

ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας:? ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπ αὐτῷ ῥάπτουσι τοιόνδε: νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι.

οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.

ὡς δὲ εἰσκαλέσας αὐτοὺς ὁ βασιλεὺς λέγειν ἐκέλευσεν ὑπὲρ ὧν διεφέροντο, αἰγῶν μὲν ἀμφισβητεῖν ἐσκήπτοντο, κεκραγότες δὲ ἅμα καὶ παθαινόμενοι τὸν ἄγριον τρόπον καὶ μηθὲν εἰς τὸ πρᾶγμα λέγοντες πολὺν ἐκίνησαν ἐξ ἁπάντων γέλωτα.

ὡς δ ἐκ τοῦ καταφρονεῖσθαι καιρὸν ἔδοξαν εἰληφέναι τῆς ἐπιχειρήσεως τὸν ἐπιτήδειον, φέρουσι κατὰ τῆς κεφαλῆς τοῦ βασιλέως πληγὰς τοῖς δρεπάνοις καὶ τοῦτο πράξαντες ἔφευγον ἔξω θυρῶν. πολλαχόθεν συνδραμούσης οὐ δυνηθέντες διαφυγεῖν συλλαμβάνονται πρὸς τῶν ἐπιδιωξάντων, καὶ μετὰ τοῦτο βασάνοις καταικισθέντες καὶ τοὺς ἀρχηγοὺς τῆς ἐπιβουλῆς ἀναγκασθέντες εἰπεῖν τῆς προσηκούσης τιμωρίας ἔτυχον σὺν χρόνῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION