- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 69 7:

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 69 7:)

ἔδοξε δὴ τοῖς οἰωνοπόλοις ὑπὲρ ἑκάστου βωμοῦ τῶν καθιδρυμένων διαμαντευσαμένοις, ἐὰν παραχωρῶσιν οἱ θεοὶ τότε κινεῖν αὐτούς.? οἱ μὲν οὖν ἄλλοι θεοί τε καὶ δαίμονες ἐπέτρεψαν αὐτοῖς εἰς ἕτερα χωρία τοὺς βωμοὺς σφῶν μεταφέρειν, οἱ δὲ τοῦ Τέρμονος καὶ τῆς Νεότητος πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν οὐκ ἐπείσθησαν οὐδ ἠνέσχοντο παραχωρῆσαι τῶν τόπων. τοιγάρτοι συμπεριελήφθησαν αὐτῶν οἱ βωμοὶ τῇ κατασκευῇ τῶν ἱερῶν, καὶ νῦν ὁ μὲν ἕτερός ἐστιν ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς, ὁ δ ἕτερος ἐν αὐτῷ τῷ σηκῷ πλησίον τοῦ ἕδους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION