호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνεχείρησε δὲ καὶ τὸν νεὼν κατασκευάζειν τοῦ τε Διὸσ καὶ τῆσ Ἥρασ καὶ τῆσ Ἀθηνᾶσ ὁ βασιλεὺσ οὗτοσ εὐχὴν ἀποδιδούσ, ἣν ἐποιήσατο τοῖσ θεοῖσ ἐν τῇ τελευταίᾳ πρὸσ Σαβίνουσ μάχῃ. τὸν μὲν οὖν λόφον, ἐφ’ οὗ τὸ ἱερὸν ἔμελλεν ἱδρύεσθαι, πολλῆσ δεόμενον πραγματείασ οὑ̓́τε γὰρ εὐπρόσοδοσ ἦν οὔτε ὁμαλόσ, ἀλλ’ ἀπότομοσ καὶ εἰσ κορυφὴν συναγόμενοσ ὀξεῖαν’ ἀναλήμμασιν ὑψηλοῖσ πολλαχόθεν περιλαβὼν καὶ πολὺν χοῦν εἰσ τὸ μεταξὺ τῶν τε ἀναλημμάτων καὶ τῆσ κορυφῆσ ἐμφορήσασ, ὁμαλὸν γενέσθαι παρεσκεύασε καὶ πρὸσ ἱερῶν ὑποδοχὴν ἐπιτηδειότατον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기