- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 67

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 67)

αὗται πολεμικαὶ πράξεις βασιλέως Ταρκυνίου μνημονεύονται, εἰρηνικαὶ δὲ καὶ πολιτικαὶ τοιαίδε τινές, οὐδὲ γὰρ ταύτας βούλομαι παρελθεῖν ἀμνημονεύτους.? εὐθὺς γὰρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν τὸν δημοτικὸν ὄχλον οἰκεῖον ἑαυτῷ ποιῆσαι προθυμηθείς, ὥσπερ οἱ πρότεροι βασιλεῖς ἐποίουν, διὰ τοιαύτας εὐεργεσίας ὑπηγάγετο: ἐπιλέξας ἄνδρας ἑκατὸν ἐξ ἁπάντων τῶν δημοτικῶν, οἷς ἀρετήν τινα πολεμικὴν ἢ πολιτικὴν φρόνησιν ἅπαντες ἐμαρτύρουν, πατρικίους ἐποίησε καὶ κατέταξεν εἰς τὸν τῶν βουλευτῶν ἀριθμόν, καὶ τότε πρῶτον ἐγένοντο Ῥμαίοις τριακόσιοι βουλευταὶ τέως ὄντες διακόσιοι. ἔπειτα ταῖς ἱεραῖς παρθένοις, ὑφ ὧν τὸ ἄσβεστον φυλάττεται πῦρ, τέτταρσιν οὔσαις δύο προσκατέλεξεν ἑτέρας:

πλειόνων γὰρ ἤδη συντελουμένων ὑπὸ τῆς πόλεως ἱερουργιῶν, αἷς ἔδει τὰς τῆς Ἑστίας παρεῖναι θυηπόλους, οὐκ ἐδόκουν αἱ τέτταρες ἀρκεῖν.

Ταρκυνίου δὲ ἄρξαντος ἠκολούθουν οἱ λοιποὶ βασιλεῖς, καὶ μέχρι τῶν καθ ἡμᾶς χρόνων ἓξ ἀποδείκνυνται τῆς Ἑστίας ἀμφίπολοι. δοκεῖ δὲ καὶ τὰς τιμωρίας, αἷς κολάζονται πρὸς τῶν ἱεροφαντῶν αἱ μὴ φυλάττουσαι τὴν παρθενίαν, ἐκεῖνος ἐξευρεῖν πρῶτος εἴτε κατὰ λογισμὸν εἴτε ὡς οἰόνταί τινες ὀνείρῳ πειθόμενος, ἃς μετὰ τὴν ἐκείνου τελευτὴν ἐν τοῖς Σιβυλλείοις εὑρεθῆναι χρησμοῖς οἱ τῶν ἱερῶν ἐξηγηταὶ λέγουσιν:

ἐφωράθη γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας ἱέρεια Πιναρία Ποπλίου θυγάτηρ οὐχ ἁγνὴ προσιοῦσα τοῖς ἱεροῖς. μοι γραφῇ.

περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο λίθοις ἁμαξιαίοις εἰργασμένοις πρὸς κανόνα.

ἤρξατο δὲ καὶ τὰς ὑπονόμους ὀρύττειν τάφρους, δι ὧν ἐπὶ τὸν Τέβεριν ὀχετεύεται πᾶν τὸ συρρέον ἐκ τῶν στενωπῶν ὕδωρ, ἔργα θαυμαστὰ καὶ κρείττω λόγου κατασκευασάμενος.

ποτε τῶν τάφρων καὶ μηκέτι διαρρεομένων τοὺς τιμητὰς τὴν ἀνακάθαρσιν αὐτῶν καὶ τὴν ἐπισκευὴν χιλίων μισθῶσαι ταλάντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION