- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 64

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 64)

ἰδόντες δὲ τοὺς Ῥωμαίους οἱ Σαβῖνοι προθύμως ἐπὶ τὸν ἀγῶνα χωροῦντας ἐξῆγον καὶ αὐτοὶ τὰς δυνάμεις οὔτε πλήθει λειπόμενοι τῶν πολεμίων οὔτε ἀρετῇ καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τόλμαν, ἑώς ἦν αὐτοῖς εἷς μόνος ὁ πρὸς τοὺς ἀντιτεταγμένους ἀγών.? σημεῖα τρέπονται πρὸς φυγήν.

ἦσαν δὲ Ῥωμαίων ἄνδρες ἐπίλεκτοι πεζοί τε καὶ ἱππεῖς οἱ κατόπιν ἐπιφανέντες τοῖς Σαβίνοις, οὓς ὁ Ταρκύνιος ἐν ἐπιτηδείοις χωρίοις διὰ νυκτὸς ἐλόχισε. τούτους δὴ τοὺς ἄνδρας οἱ Σαβῖνοι δείσαντες ἐκ τοῦ ἀδοκήτου σφίσιν ἐπιφαινομένους οὐθὲν ἔτι γενναῖον ἔργον ἀπεδείξαντο, ἀλλ ὡς κατεστρατηγημένοι ὑπὸ τῶν ἐχθρῶν καὶ συμφορᾷ πεπληγότες ἀμάχῳ σώζειν ἑαυτοὺς ἄλλοι κατ ἄλλας ὁδοὺς ἐπειρῶντο, κἂν τούτῳ μάλιστα πολὺς αὐτῶν φόνος ἐγένετο διωκομένων ὑπὸ τῆς Ῥωμαϊκῆς ἵππου καὶ πανταχόθεν ἀποκλειομένων:

ὥστε ὀλίγους τινὰς ἐξ αὐτῶν κομιδῇ γενέσθαι τοὺς διασωθέντας εἰς τὰς ἔγγιστα πόλεις, τὸ δὲ πλεῖον μέρος ὅσον μὴ κατὰ τὴν μάχην ἔπεσεν ὑποχείριον τοῖς Ῥωμαίοις γενέσθαι: οὐδὲ γὰρ οἱ καταλειφθέντες ἐν τῷ χάρακι τὴν ἔφοδον ἀποκρούσασθαι τῶν ἐπιόντων σφίσιν ἐθάρρησαν οὐδ εἰς πεῖραν ἦλθον μάχης, ἀλλ ἐκταραχθέντες ὑπὸ τοῦ παρ ἐλπίδα κακοῦ παρέδοσαν ἀμαχητὶ σφᾶς τε αὐτοὺς καὶ τὸ ἔρυμα. αἱ μὲν δὴ τῶν Σαβίνων πόλεις ὡς κατεστρατηγημέναι καὶ οὐκ ἀρετῇ τὴν νίκην ἀφῃρημέναι πρὸς τῶν πολεμίων, ἀλλὰ δόλῳ μείζονας αὖθις ἀποστέλλειν δυνάμεις παρεσκευάζοντο καὶ στρατηγὸν ἐμπειρότερον.

συνελθεῖν φθάνει διαβὰς τὸν Ἀνίητα ποταμόν.

ταῦτα μαθὼν ὁ τῶν Σαβίνων στρατηγὸς ἐξῄει μὲν ὡς εἶχε τάχους τὴν νεωστὶ συνηγμένην δύναμιν ἀναλαβὼν καὶ στρατοπεδεύεται πλησίον τῶν Ῥωμαίων ἐπὶ λόφου τινὸς ὑψηλοῦ καὶ ἀποτόμου, μάχης δὲ ἄρχειν οὐκ ἐδοκίμαζεν ἑώς αἱ λοιπαὶ τῶν Σαβίνων δυνάμεις συνέλθωσιν, ἀλλ ἐπὶ τοὺς προνομεύοντας τὴν χώραν ἐκπέμπων ἀεί τινας τῶν ἱππέων καὶ λόχους ἐγκαθίζων ὕλαις ἢ νάπαις εἶργε τοὺς Ῥωμαίους τῶν ἐπὶ τὴν χώραν ἐξόδων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION