호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων ἔθνους ἀντιπάλου Ῥωμαίοις ὑπὲρ τῆς ἀρχῆς ἄνδρας τε μαχητὰς ἔχοντος καὶ χώραν νεμομένου πολλὴν καὶ ἀγαθὴν καὶ τῆς Ῥώμης οὐ πρόσω κειμένην, πολλὴν ἔσχεν ὁ Ταρκύνιος προθυμίαν καὶ τούτους ὑπαγαγέσθαι καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον ἐγκαλῶν ταῖς πόλεσιν, ὅτι τοὺς ὑποσχομένους Τυρρηνοῖς ἐὰν ἀφίκωνται στρατὸν ἄγοντες εἰς τὴν χώραν αὐτῶν ἐκείνοις μὲν φίλας, Ῥωμαίοις δ ἐχθρὰς ποιήσειν τὰς σφετέρας πατρίδας οὐκ ἐβούλοντο ἐκδοῦναι.? οἱ δὲ ἄσμενοί τε ὑποδέχονται τὸν πόλεμον οὐκ ἀξιοῦντες τοὺς δυνατωτάτους τῶν ἀστῶν ἀφαιρεθῆναι, καὶ πρὶν ἀφικέσθαι Ῥωμαίων δύναμιν ἐπὶ σφᾶς αὐτοὶ στρατὸν ἐξάγουσιν ἐπὶ τὴν ἐκείνων.
βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε διαβεβηκότας τοὺς Σαβίνους Ἀνίητα ποταμὸν καὶ λεηλατούμενα ὑπ αὐτῶν τὰ περὶ τὴν παρεμβολὴν ἅπαντα, ἀναλαβὼν τὴν εὐζωνοτάτην Ῥωμαίων νεότητα ὡς εἶχε τάχους ἐξῆγεν ἐπὶ τοὺς διεσπαρμένους ἐπὶ τὰς προνομάς.
ἀποκτείνας δὲ πολλοὺς αὐτῶν καὶ τὴν λείαν ὅσην ἦγον ἀφελόμενος ἐγγὺς τῆς ἐκείνων παρεμβολῆς τίθεται τὸν χάρακα καὶ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἑώς ἥ τε λοιπὴ δύναμις ἐκ τῆς πόλεως πρὸς αὐτὸν ἀφίκετο καὶ αἱ παρὰ τῶν συμμάχων ἐπικουρίαι συνήχθησαν, κατέβαινεν εἰς τὸ πεδίον ὡς μαχησόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기