- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 62

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 62)

ταύταις ταῖς τιμαῖς ὁ Ταρκύνιος οὐκ εὐθὺς ἐχρήσατο λαβών, ὡς οἱ πλεῖστοι γράφουσι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἀλλ ἀποδοὺς τῇ τε βουλῇ καὶ τῷ δήμῳ τὴν διάγνωσιν εἰ ληπτέον αὐτά, ἐπειδὴ πᾶσι βουλομένοις ἦν, τότε προσεδέξατο καὶ πάντα τὸν ἐξ ἐκείνου χρόνον ἑώς εἰς τὸ χρεὼν μετέστη στέφανόν τε χρύσεον ἐφόρει καὶ πορφυρᾶν ἐσθῆτα ποικίλην ἠμπίσχετο καὶ σκῆπτρον ἐλεφάντινον ἔχων ἐπὶ θρόνου ἐκαθέζετο ἐλεφαντίνου, καὶ οἱ δώδεκα ῥαβδοῦχοι τοὺς πελέκεις φέροντες ἅμα ταῖς ῥάβδοις δικάζοντί τε αὐτῷ παρίσταντο καὶ πορευομένου προηγοῦντο.? οὗτος ὁ κόσμος ἅπας καὶ τοῖς μετ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος:

ταῦτα δ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα. πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται. ὁ μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION