호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεωσ Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ. δι’ ἐκείνησ γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺσ Ῥωμαίουσ ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντεσ ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡσ συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖσ αὐτοῖσ περὶ τῆσ εἰρήνησ πρὸσ Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖσ τῶν Σαβίνων πόθοσ ἦν ἐπανορθώσασθαι τὰσ προτέρασ ἥττασ ἐπιτεθραμμένησ ἐν ταῖσ πόλεσι νεότητοσ ἱκανῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기