호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ.? δι ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς. οὐ μὴν ἐχώρησέ γε αὐτοῖς ἡ πεῖρα κατὰ νοῦν θᾶττον ἐπιφανείσης τῆς Ῥωμαίων στρατιᾶς, οὐδ ἐξεγένετο παρ οὐδεμιᾶς τῶν πόλεων κοινὴν ἀποσταλῆναι τοῖς Τυρρηνοῖς συμμαχίαν, ἀλλ ἐθελονταί τινες ἐπεκούρησαν αὐτοῖς ὀλίγοι μισθοῖς μεγάλοις ὑπαχθέντες.
ἐκ ταύτης τῆς μάχης μεγίστης τῶν προτέρων γενομένης, ὅσας πρὸς ἀλλήλους ἐπολέμησαν, τὰ μὲν Ῥωμαίων πράγματα θαυμαστὴν ὅσην ἐπίδοσιν ἔλαβε νίκην ἐξενεγκαμένων καλλίστην, καὶ βασιλεῖ Ταρκυνίῳ τὴν τροπαιοφόρον πομπὴν κατάγειν ἥ τε βουλὴ καὶ ὁ δῆμος ἐψηφίσατο, τὰ δὲ τῶν Τυρρηνῶν ἔπεσε φρονήματα πάσας μὲν ἐξαποστειλάντων εἰς τὸν ἀγῶνα τὰς ἐξ ἑκάστης πόλεως δυνάμεις, ὀλίγους δέ τινας ἐκ πολλῶν τοὺς διασωθέντας ὑποδεξαμένων.
οἱ μὲν γὰρ ἐν τῇ παρατάξει μαχόμενοι κατεκόπησαν, οἱ δ ἐν τῇ τροπῇ δυσχωρίαις ἐγκυρήσαντες ἀνεξόδοις παρέδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς.
τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων.
ἑτέραν γὰρ στρατιὰν ἐπ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기