호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφ ἑαυτοὺς προεγνωκότας.? οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε.
γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι. ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν Ῥωμαίων βασιλεύς, ἀλλ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπ οἴκου.
γνώμη δ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἐάρος ἀρχομένου. ἔχοντες ἱκανὴν συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα.
πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ.
ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτ ἐλάσσων αὐτοῖς συνέστη. ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος. τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기