호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος:? οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν.
γενόμενος δὲ τῶν πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα.
οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι. ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν.
ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기