호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν.? ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα.
κατ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι: χρόνῳ δ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν.
νυκτὸς ἐπιλαβούσης.
ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων:
τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα. ὡς δ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기