- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 49

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 49)

τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη.? ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦ Λατίνων ἔθνους οὐκ ἀφανεῖ. οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν: ἀνθ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν:

ἀφικομένης δ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς:

οἱ δ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ. ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη. ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπ οἴκου καὶ μετὰ τοῦθ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν.

αὕτη δὲ ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας: Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν. οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαι καὶ πόνῳ: μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.

τῷ δὲ κατ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION