- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 46

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 46)

μετὰ δὲ τὸν Ἄγκου Μαρκίου θάνατον ἡ βουλὴ πάλιν ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου πολιτείαν ἣν ἐβούλετο καταστήσασθαι μένειν ἐπὶ τῆς αὐτῆς ἔγνω καὶ ἀποδείκνυσι μεσοβασιλεῖς.? οἱ δὲ συναγαγόντες εἰς ἀρχαιρεσίας τὸ πλῆθος αἱροῦνται βασιλέα Λεύκιον Ταρκύνιον. βεβαιωσάντων δὲ καὶ τῶν παρὰ τοῦ δαιμονίου σημείων τὰ κριθέντα ὑπὸ τοῦ πλήθους παραλαμβάνει τὴν βασιλείαν ἐνιαυτῷ δευτέρῳ μάλιστα τῆς μιᾶς καὶ τετταρακοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κλεώνδας Θηβαῖος, ἄρχοντος Ἀθήνησιν Ἡνιοχίδου. ἅσ2τινας αἰτίας εἰς Ῥώμην ἀφίκετο καὶ δι οἱών ἐπιτηδευμάτων ἐπὶ τὴν βασιλείαν παρῆλθεν, ὡς ἐν ταῖς ἐπιχωρίοις συγγραφαῖς εὑρ῀ον ἐρῶ.

Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον.

ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος. ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἱό῀ς τ ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου.

ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται.

γενομένων δ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION