- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 42

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 42)

ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν ἢ κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς.? οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλ ἐκβοηθήσας κατὰ σπουδὴν ὁ τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν αὐτοὺς ἠνάγκασεν εἰς μάχην.

ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον.

κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπ οἴκου.

αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι: πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION