- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 41

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 41)

τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν.? Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες:

στρατιᾶς δὲ πολλῆς παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσης καὶ πέραν τοῦ Τεβέριος ποταμοῦ πρὸς τῇ Φιδηναίων πόλει χάρακα θεμένης ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡς εἶχε τάχους καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺς ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτ εἰς παράταξιν προελθεῖν ἀναγκάσας ἐνίκησε καὶ τοῦ χάρακος αὐτῶν ἐκράτησε.

χωρήσαντος δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖς θεοῖς κατήγαγεν εἰς τὴν πόλιν ἀφικόμενος. ἑτέραν τίθεται πρὸς αὐτοὺς μάχην περὶ ταῖς ἁλαῖς μείζονα τῆς προτέρας, ἣν εὐπετῶς ἐνίκησε, καὶ τὰς ἁλὰς ἐξ ἐκείνου κατεῖχεν ἀναμφιλόγως.

τὰ δὲ ἀριστεῖα καὶ ἐκ ταύτης ἔλαβε τῆς μάχης ὁ τῶν ἱππέων ἡγεμὼν Ταρκύνιος, καὶ αὐτὸν ὁ Μάρκιος ἄνδρα πάντων κράτιστον ἡγησάμενος τά τε ἄλλα σεμνύνων διετέλει καὶ εἰς τὸν τῶν πατρικίων τε καὶ βουλευτῶν ἀριθμὸν κατέγραψεν.

ἐγένετο δὲ καὶ πρὸς τὸ τῶν Οὐολούσκων ἔθνος τῷ Μαρκίῳ πόλεμος λῃστηρίων κἀκεῖθεν ἐξιόντων ἐπὶ τοὺς τῶν Ῥωμαίων ἀγρούς:

καὶ στρατεύσας ἐπ αὐτοὺς μεγάλῃ χειρὶ πολλὴν περιεβάλετο λείαν πόλει τε αὐτῶν Οὐελίτραις προσκαθεζόμενος ἀπετάφρευε καὶ περιεχαράκου καὶ τειχομαχίαν συνίστατο τῆς ὑπαίθρου κρατῶν. ὁμολογούντων, ἀνοχὰς πρὸς αὐτοὺς ποιησάμενος καὶ τὰ δίκαια παρ ἑκόντων λαβὼν εἰρήνην καὶ φιλίαν συντίθεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION