호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί.? τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι στρατοπέδου διώκουσι. ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην, ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο.
ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες:
ἐφ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα. τὸ κοινὸν αἴτιον εἰή τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기