- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 38

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 38)

τῷ δ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπ αὐτούς.? προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον. ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.

τῷ δ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος.

Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε: Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις.

πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.

ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION