호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δὲ τῶν Λατίνων πόλεις Ῥωμαίοις ἐγένοντο διάφοροι τότε πρῶτον, οὐκ ἀξιοῦσαι κατεσκαμμένης τῆς Ἀλβανῶν πόλεως τοῖς ἀνῃρηκόσιν αὐτὴν Ῥωμαίοις τὴν ἡγεμονίαν παραδιδόναι.? ἐπιταττομένοις, ὡς παρειληφότων αὐτῶν ἅμα τοῖς ἄλλοις οἷ εἶχον Ἀλβανοὶ καὶ τὴν ἡγεμονίαν τοῦ Λατίνων ἔθνους, δύο μὲν ἀποφαίνων τρόπους κτήσεων, καθ οὓς ἄνθρωποι γίνονται τῶν ἀλλοτρίων κύριοι, τόν τε ἀναγκαῖον καὶ τὸν ἑκούσιον, Ῥωμαίους δὲ λέγων καθ ἑκάτερον τὸν τρόπον παρειληφέναι τὴν ἡγεμονίαν ὧν εἶχον Ἀλβανοὶ πόλεων.
πολεμίων τε γὰρ αὐτῶν σφισι γενομένων τοῖς ὅπλοις κεκρατηκέναι καὶ τὴν πόλιν τὴν ἑαυτῶν ἀπολωλεκόσι τῆς ἰδίας αὐτοῖς μεταδεδωκέναι:
ὥστε καὶ ἄκουσιν Ἀλβανοῖς καὶ ἑκοῦσι προσήκειν ἐξεστάναι Ῥωμαίοις τῆς τῶν ὑπηκόων ἀρχῆς. αἱ δὲ τῶν Λατίνων πόλεις ἰδίᾳ μὲν οὐδὲν ἀπεκρίναντο πρὸς τοὺς πρέσβεις, κοινῇ δὲ τοῦ ἔθνους ἀγορὰν ἐν Φερεντίνῳ ποιησάμενοι ψηφίζονται μὴ παραχωρεῖν Ῥωμαίοις τῆς ἀρχῆς καὶ αὐτίκα αἱροῦνται δύο στρατηγοὺς αὐτοκράτορας εἰρήνης τε καὶ πολέμου, Ἄγκον Πουπλίκιον ἐκ πόλεως Κόρας καὶ Σπούσιον Οὐεκίλιον ἐκ Λαουϊνίου.
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός.
οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη: ἀλλ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους.
μίαν δὲ πόλιν ἐκ τοῦ Λατίνων ἔθνους Μεδυλλίαν παλαίτερον ἔτι Ῥωμαίων ἀποικίαν γενομένην ἐπὶ τῆς Ῥωμύλου ἀρχῆς, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, μεταθεμένην αὖθις ὡς τοὺς ὁμοεθνεῖς πολιορκίᾳ παραστησάμενος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔπεισε μηθὲν ἔτι νεωτερίζειν:
ἄλλο δ οὐθὲν ὧν οἱ πόλεμοι φέρουσι δεινῶν οὐδετέροις ἐν τῷ τότε συνέβη χρόνῳ. τε καὶ οὐδὲν ἔγκοτον ἔχουσαι προθυμηθέντων Ῥωμαίων αἱ διαλύσεις ἐπετελέσθησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기