호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε:? ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν: εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.
εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι.
ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών:
διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα. ταῖς δ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν:
καὶ διαλιπόντες τὸν ἐνιαυτὸν ἐκεῖνον πάλιν ἐξῄεσαν ἐπ ἀλλήλους μείζονας παρασκευασάμενοι δυνάμεις, γίνεταί τε αὐτῶν περὶ πόλιν Ἠρητὸν ἀπὸ σταδίων ἑξήκοντα καὶ ἑκατὸν τῆς Ῥώμης ἀγών, ἐν ᾧ πολλοὺς μὲν ἀμφοτέρων συνέβη πεσεῖν:
ἃς ἄγουσι Ῥωμαῖοι καθ ἕκαστον ἐνιαυτὸν ὅταν ἅπαντας τοὺς ἐκ γῆς συγκομίσωσι καρπούς, καὶ τὸν τῶν Σαλίων καλουμένων διπλασιάσειν ἀριθμόν.
δεδήλωκα λόγῳ.
μετὰ δὲ τὴν εὐχὴν ταύτην θάρσος τι καταλαμβάνει τοὺς Ῥωμαίους καὶ ὥσπερ ἀκμῆτες εἰς κάμνοντας ὠσάμενοι διασπῶσι τὰς τάξεις αὐτῶν περὶ δείλην ὀψίαν ἤδη καὶ ἀναγκάζουσι τοὺς πρωτοστάτας ἄρξαι φυγῆς, ἀκολουθήσαντές τε αὐτοῖς φεύγουσιν ἐπὶ τὸν χάρακα καὶ περὶ τὰς τάφρους πολλῷ πλείονας καταβαλόντες, οὐδ οὕτως ἀπετράποντο, ἀλλὰ παραμείναντες τὴν ἐπιοῦσαν νύκτα καὶ τοὺς ἀπὸ τοῦ ἐρύματος μαχομένους ἀνείρξαντες ἐκράτησαν τῆς παρεμβολῆς. μετὰ δὲ τοῦτο τὸ ἔργον:
ὅσην ἐβούλοντο τῆς τῶν Σαβίνων λεηλατήσαντες, ὡς οὐδεὶς αὐτοῖς οὐκέτι περὶ τῆς χώρας ἐξῄει μαχησόμενος, ἀπῄεσαν ἐπ οἴκου. ἀπὸ ταύτης τῆς μάχης τὸν τρίτον κατήγαγε θρίαμβον ὁ βασιλεύς, καὶ μετ οὐ πολὺ πρεσβευσαμένοις τοῖς Σαβίνοις καταλύεται τὸν πόλεμον αἰχμαλώτους τε παρ αὐτῶν κομισάμενος, οὓς ἐτύγχανον εἰληφότες ἐν ταῖς προνομαῖς, καὶ αὐτομόλους βοσκημάτων τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων χρημάτων ὅσα τοὺς γεωργοὺς ἀφείλοντο, ἣν ἔταξεν ἡ βουλὴ τῶν Ῥωμαίων ζημίαν τιμησαμένη τὰς βλάβας πρὸς ἀργύριον, ἀναπράξας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기