호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ᾧ δὲ ταῦτ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος.? συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν. ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας:
τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος.
ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει.
βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἐάρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει.
τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν: παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δ ἔτι πλείους ἀποβαλόντες κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφ οἷς αὐτὸς ἐβούλετο.
γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기