- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 28

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 28)

ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ δίκας τίσουσιν ἔτι τούτων χείρονας.? ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.

πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι:

τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν. οὗτοι δ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφ ἡμῶν παθόντες, ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα:

ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.

οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς δι ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον.

μαθόντες δ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἱοί῀τ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι. ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον. φέρε δὴ τί μετὰ ταῦτα ἐποιήσαμεν·

κατεστησάμεθα, τούτων μὲν οὐδὲν ἠξιώσαμεν ποιῆσαι, τῷ δ εὐσεβεῖ μᾶλλον ἢ τῷ ἀσφαλεῖ τῆς ἀρχῆς ἐπετρέψαμεν καὶ τὸ εὐπρεπὲς τὸ πρὸς ἅπαντας τοῦ λυσιτελοῦντος ἡμῖν αὐτοῖς ἰδίᾳ κρεῖττον ἡγησάμενοι συνεχωρήσαμεν αὐτοῖς ἅπαντα τὰ σφέτερα καρποῦσθαι, Μέττιον δὲ Φουφέττιον, ὃν αὐτοὶ τῇ μεγίστῃ ἀρχῇ ἐκόσμησαν, ὡς δὴ κράτιστον Ἀλβανῶν διοικεῖν τὰ κοινὰ μέχρι τοῦ παρόντος εἰάσαμεν.

ἀνθ ὧν τίνας ἡμῖν χάριτας ἀπέδοσαν, ἡνίκα μᾶλλον φίλων τε καὶ συμμάχων εὐνοίας ἔδει, ἀκούσατε:

ἀπορρήτους ποιησάμενοι συνθήκας πρὸς τοὺς κοινοὺς πολεμίους, ὡς ἐν τῷ ἀγῶνι συνεπιθησόμενοι ἡμῖν μετ αὐτῶν, ἐπειδὴ πλησίον ἀλλήλων ἐγινόμεθα καταλιπόντες τὴν τάξιν ἐφ ἣν ἐτάχθησαν ᾤχοντο πρὸς τὰ πλησίον ὄρη δρόμῳ προκαταλαβέσθαι σπεύδοντες τὰ ὀχυρά. τὸ κωλῦον ἦν ἅπαντας ἡμᾶς ἀπολωλέναι κυκλωθέντας ὑπό τε πολεμίων καὶ φίλων, καὶ τοὺς πολλοὺς τῆς πόλεως ἡμῶν ἀγῶνας, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμεθα, ἐν ἡμέρᾳ διαφθαρῆναι μιᾷ.

τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION