- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 25

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 25)

ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος:? καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι.

τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴ πρὸς τὴν πόλιν ἄκοσμος. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος.

καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων. οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλ ἀντεῖχον ἄχρι πολλοῦ.

δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο.

ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον:

ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα. ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ:

καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION