호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν.? ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἱᾶ εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν: ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, δι ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων.
ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.
ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ῾μανίας γὰρ θάτερα ἀξιοῦν ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι.
ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντ ἂν ἀμφοτέραις ταῖς πόλεσι ῾τοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν. ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ.
τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι.
εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기