- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 7 3:

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 7 3:)

ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δἰ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφ ὑμῶν οὔτ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου.? ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες ἤδη τῷ πολέμῳ. ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, δι ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION