- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 7

(디오니시오스, Antiquitates Romanae, book 3, chapter 7)

ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης.? ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστ οὐδ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις. ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων. ἤρχετο δ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων:

ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δἰ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφ ὑμῶν οὔτ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου.

ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες ἤδη τῷ πολέμῳ. ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, δι ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς: ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις.

φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι.

ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως.

οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν. ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων:

καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἑώς ἡ μητρόπολις ἄρξῃ.

ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων. ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους, πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει:

ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι. πράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπεσών.

δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες. ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION