- 텍스트

Dio, Chrysostom, Orationes, ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ.? 27:

(디오, 크리소토모스, 연설, ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. 27:)

εἰσὶ δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶν τε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθες κατᾴδουσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἐοίκεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις ὅ τε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρ ἐκείνοις οὔτε νόσος οὔτε πενία.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION