호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένοσ ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντεσ ἕνα θαυμάζωσι πηδῶντεσ, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖσ διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντεσ ὅ, τι ἂν εἴπωσιν· οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλο πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλοσ ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάν τε Ἕλληνεσ ὦσιν ἐάν τε βάρβαροι· καὶ τοὺσ σοφιστὰσ ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντασ καὶ διανοουμένουσ ὁποῖοί ποτ’ ἂν οὗτοι τυγχάνωσιν ὄντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기