호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δ αὖτε πτερὰ γίνετ, ἀείρε δὲ ποιμένα λαῶν. ἡλίκη δέ ἐστιν ἡ τῶν πολλῶν δύναμις τοῦ πείθειν ὅ, τι ἂν αὐτοὶ θέλωσιν, οὐχ ἥκιστα ἀπὸ τῶν παίδων μάθοι τις ἄν, ὅταν ἀνθρώπῳ σωφρονοῦντι παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι. τὸ μὲν γὰρ πρῶτον ἄπεισιν ἀγανακτῶν καθ αὑτόν, ἔπειτα προσκρούων ἀεὶ καὶ λοιδορούμενος ἑκάστῳ καὶ διώκων αὐτὸ τοῦτο ἔπαθεν, ἐξέστη τελευτῶν, καὶ τὴν φήμην ὑπέλαβε θεὸν εἶναι, οὐ μόνον τὴν τῶν ἀνδρῶν, ἀλλὰ καὶ τὴν τῶν παίδων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기