호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ δὴ τούτου χάριν προῆλθον, ἵνα με θαυμάσητε· οὐ γὰρ ἔστιν ὅπωσ ἂν ἐγὼ θαυμασθείην ὑφ’ ὑμῶν, οὐδὲ ἂν ἀληθέστερα λέγω τῶν Σιβύλλησ ἢ Βάκιδοσ· ἀλλὰ ἵνα μηδεὶσ ὑποβλέπῃ με μηδὲ πυνθάνηται παρ’ ἑτέρων ὅστισ εἰμὶ καὶ ὁπόθεν ἔλθοιμι. νῦν γὰρ ἴσωσ ὑπονοοῦσιν εἶναί με τῶν σοφῶν ἀνθρώπων καὶ πάντα εἰδότων, γελοίῳ καὶ ἀτόπῳ τεκμηρίῳ χρώμενοι, τῷ κομᾶν. εἰ γὰρ τοῦτο αἴτιον ὑπῆρχεν ἀρετῆσ καὶ σωφροσύνησ, οὐδεμιᾶσ ἂν ἐδεῖτο μεγάλησ οὐδὲ χαλεπῆσ δυνάμεωσ τὰ τῶν ἀνθρώπων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기