호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανισ, παντελῶσ ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸσ ᾖ φανερῶσ οὕτωσ διαφέρεσθαι καὶ προλέγειν. ἀλλ’ ἐπειδή τισ τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖσ ἀναγκαίοισ τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸσ ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσασ ἐφεξῆσ, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸσ ἔργου δεῖν αὐτοῖσ. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τισ ἰατρὸν ἰδὼν εἴσ τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρουσ τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλοεἰδώσ, μήτε ὅπωσ συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기